TI KAINON ; (8)

19 05 2009

«Ὠμὴ καὶ ἀπροσχημάτιστος κοινοβουλευτικὴ ἐκτροπὴ»

 

Τῇ προτεραίᾳ τῆς τοῦ Μουνυχιῶνος μηνὸς πανσελήνου, τῆς καὶ τῆς Ἀφροδίτης ἔκπαλαι καλουμένης, πολιτειακὸς κεραυνός, καίτοι νύκτωρ, ἐν αἰθρίᾳ ὑπὸ τοῦ πρώτου ὑπουργοῦ τῆς Ἑλλάδος ἐρρίφθη. Δι᾿ ἄγνωστον τοῖς πολλοῖς (ἀλλ᾿οὐ τοῖς πᾶσιν) αἰτίαν ἀπεφασίσθη δυναστικῷ τῷ τρόπῳ ἡ παῦσις τῶν τῆς Βουλῆς ἐργασιῶν, οὐ μὴν ἀλλ᾿ ὀλίγου δεῖ καὶ ἡ τῆς τρεχούσης βουλευτικῆς περιόδου λῆξις! Ὅπερ τὴν τῶν παντοίων σκανδάλων ἀπροκάλυπτον, λόγῳ παραγραφῆς, συγκάλυψιν δηλοῖ. Δι᾿ ὅ καὶ εὐτραπέλως ὑπό τινων λέγεται: Ἰδού, οἱ τὴν καλυπτροφορίαν ποινικοποιήσαντες, αὐτὴν ταύτην αὐτοὶ νομιμοφανῶς μετῆλθον, ἵνα τὰ αὑτῶν σκάνδαλα καλύψωσιν. Ἡ γὰρ ὑπὲρ αὐτῶν τῶν ἰδίων ἐπινοηθεῖσα καὶ νομοθετηθεῖσα παραγραφὴ τὸ λεγόμενον «ἑνὸς κακοῦ ἡγουμένου μύρια ἕπονται», ὑπομιμνῄσκει.

Ἐνταῦθ’ ἀπώλεσαν μερίδα τινά, οὐ μικράν, τοῦ γοητεύματος αὐτῶν οἱ Πρόεδροι τῆς τε Δημοκρατίας καὶ τῆς Βουλῆς. Ὁ δ᾿ αὐτουργὸς τῆς πολιτικῆς οἱονεὶ αὐτοχειρίας οὐδὲν ἔχει πλέον, ὥστ᾿ ἀπολέσαι. Φόβον μόνον· φόβον, ὥς τινές φασιν, μὴ ἀναδυθῇ τὸ αὑτοῦ ὄνομα εἴς τινα συναλλαγὴν ἐμπλεκόμενον. Τὶς οἶδεν;

Ἐν τούτῳ δὲ ὁ τοῦ Πανελληνίου Κοινωνικοῦ Κινήματος (κληρονομικῷ, βεβαίως, δικαιώματι) ἡγήτωρ ὀρύεται τὰς τῆς κεφαλῆς αὐτοῦ τρίχας (;) τίλλων· ὡσεὶ προερχόμενος ἐκ παρθενογενέσεως καὶ οὐδὲν περὶ συναλλαγῶν, προμηθειῶν τε καὶ διαφθορᾶς γιγνώσκων. Πανταχῇ τοῖς Ἕλλησι τὰ δεινά, τῶν τῆς Εὐρώπης ἐκλογῶν ἐπικειμένων!

Ἔγραφον ἀθυμῶν καὶ τῶν τῶν μὴ προνομιούχων πολιτῶν αἰσθημάτων κοινωνῶν, φθίνοντος Μουνυχιῶνος καὶ ἑπομένου τοῦ Θαργηλιῶνος (15/5-14/6) τοῦ ἐνάτου καὶ δισχιλιοστοῦ μ. Χ. ἔτους.

 

Ἀνδρέας Χ. Παναγόπουλος, Γραμματικός,

Ἀθήνησιν, παρὰ Δῆμον Ἀλωπεκῆς

 

Ὁμοιοτηλ. – Τηλέφ.: 210-7758865

Ἠλ. Διεύθ.: apanagop@upatras.gr

Ταχ. Διεύθ.: Πασίωνος 29

Νέος Κόσμος – Τ.Κ. 116 31

 

 

 

Ἀκολουθεῖ ὑπόμνημα

 

 

 

Ὑπόμνημα Γραμματικο-συντακτικόν (8)

 

v     ἀπροσχημάτιστος: ἄνευ προσχήματος, ἀπροκάλυπτος.

v     δυναστικῷ τῷ τρόπῳ: <δυνάστης = μονάρχης, δικτατορικῶς (δικτάτωρ <λατ.).

v     εὐτραπέλως: μὲ εὐτραπελίαν («Ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστί». Ἀριστοτ. Π. ῥητορ. 1389b. Ὕβρις  

 ἐδῶ = ἔπαρσις).

v     καλυπτροφορίαν: κουκουλοφορίαν.

v     μετῆλθον: <μετέρχομαι, χρησιμοποιῶ, υἱοθετῶ, ἀκολουθῶ.

v     ἑνὸς κακοῦ ἡγουμένου μύρια ἕπονται· (sc. αὐτῷ) ἐσφαλμένη ἡ ἀπουσία τῆς γενικῆς ἀπολύτου  «ἡγουμένου», διότι τὸ ἕπομαι συντάσσεται μετὰ δοτικῆς. sc. : συντομογρ. scilicet: συντομογρ. scire licet: ἔξεστιν εἰδέναι, δηλαδή, ἐνν.(-οεῖται).

v     τοῦ γοητεύματος: τοῦ γοήτρου, τῆς γοητείας.

v     οἱονεὶ αὐτοχειρίας: ὡς ἐὰν (ὡσὰν) αὐτοκτονίας· πρβλ. ἰδανικὸς αὐτόχειρ.

v     τίλλων τὰς τρίχας: τραβῶν, μαδῶν τὰς τρίχας, λέγεται ἐπὶ ἄκρας ἐκπλήξεως.

v     μ. Χ. : μετὰ Χριστὸν (ἀντίθ. π. Χ.: πρὸ Χριστοῦ).


Ενέργειες

Information

2 responses

25 05 2009
Χρήστος Ευαγγελίδης

Χρῆστος Εὐαγγελίδης, καθηγητῇ Ἀνδρέᾳ Παναγοπούλῳ, τῷ ἀκαμάτῳ
τῆς ἑλληνίδος φωνῆς θεράποντι, χαίρειν !

Πρῶτον μὲν οὖν ἐπαινεῖν σε βούλομαι διὰ τὰ καθ’ ἕκαστον μῆνα ἐν τῇ ἱστοσελίδι τῇ σῇ, ὑπὸ τὸν τίτλον «ΤΙ ΚΑΙΝΟΝ;», καὶ ἐν τῇ τῶν προγόνων λέξει περὶ τῆς καθ᾿ ἡμᾶς πολιτικῆς καταστάσεως δημοσιευόμενα μάλιστα σπουδῆς ἄξια σχόλια, ὧν ἡ ἐμφάνισις χαρᾶς ἐνέπλησε μεγάλης, ἅπαντας ἡμᾶς τοὺς τῆς τῶν προγόνων φωνῆς ἐραστάς. Τῆς γὰρ ἑλληνίδος φωνῆς τῆς νεωτέρας ἀμωσγέπως παραπαιούσης, ὡς δόσιν ἀναπόδοτον ὑπολαμβάνειν δεῖ τὴν σὴν ταύτην λίαν ἀγαστὴν προσπάθειαν.
Ἐκ πολλοῦ δὴ ταύτην σοι ἐν νῷ εἶχον τὴν ἐπιστολήν ἐπιστέλλειν, οὐχ᾿ οὕτως ὅμως ὡς νῦν, ἐν τῇ τῶν προγόνων φωνῇ γεγραμμένην -(πολλοῦ γε καί δεῖ- τὴν γὰρ τῆς Χημείας τέχνην καὶ οὐχὶ τὴν τῶν λόγων φιλοσοφίαν ἐσπουδακώς, οὐδέποτ᾿ ἂν τοῦτο τολμήσαιμι), ἀλλ᾿ ἐν τῇ νεωτέρᾳ γλώττῃ, βουλόμενος, ἅμα μὲν τοῖς σοῖς σχολίοις, καθ᾿ ὅσον δύναμαι, σχόλια προσθεῖναι, ἅμα δὲ καὶ τὴν ἐμὴν ἀθυμίαν καὶ ὀργὴν δηλῶσαι, διὰ τὸ μηδένα μέχρι τοῦδε, τῇδε, τῇ σῇ ἀγαστῇ προσπαθείᾳ διὰ σχολίων μετασχεῖν ἐθέλειν, μήτε τῶν καθηγητῶν τῆς Φιλολογίας, τῶν ἐν τοῖς ἀνὰ τὴν χώραν Λυκείοις διδασκόντων, μήτε τῶν φοιτητῶν, τῶν ἐν τοῖς Πανεπιστημίοις τοῖς ἡμετέροις, τὴν Κλασικὴν Φιλολογίαν διδασκομένων. Φεῦ! Ὁποία σιγή!
Καὶ τούτων οὕτως ἐχόντων, εἶχεν ἄν τις εἰπεῖν, ἀλλ᾿ ὦ φίλτατε, πῶς τοίνυν μεταγνούς, καὶ οὐ τὴν αὐτὴν πλέον τυγχάνεις γνώμην ἔχων, τὴν σὴν ἐπιστολὴν oὐκ ἐν τῇ νεωτέρᾳ, ὡς ἄρτι σὺ ἔλεγες, ἀλλ᾿ ἐν τῇ τῶν προγόνων φωνῇ συγγράψαι τετόλμηκας; Ὁμολογοίην ἂν ἔγωγε δίκαια λέγειν ὁ λέγων. Τῷ ὄντι γὰρ τῆς ἐμῆς μεταγνώσεως αἴτιόν ἐστιν ἐπιστολή τις Γάλλων φοιτητῶν, ἣν αὐτοὶ τῇ τῶν Ἑλλήνων γλώττῃ χρώμενοι τῷ ἐφιστάντι ἐπὶ τῇ τῶν Γάλλων πολιτῶν Παιδείᾳ, ὡς λέγουσιν, ἀπέστειλαν. Ταύτην οὖν κἀγὼ ἐκπεπληγμένος ἀναγνοὺς ἐνεθυμούμην οὑτωσί· Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν φοιτητὰς τοὺς ἀλλοδαπούς, τοὺς τὴν ἡμετέραν φωνὴν μανθάνοντας, ἱκανοὺς εἶναι ἐπιστολὰς ἑλληνιστὶ γράφειν τε καὶ ἐνδεχομένως ἱκανῶς ταύτην ὁμιλεῖν, ἐν ταὐτῷ δὲ καὶ ἡμῖν οὕτως παράδειγμα λαμπρότατον παρέχειν, τοὺς δ᾿ ἡμετέρους Ἕλληνας καθηγητὰς ἢ φοιτητάς, ἔτι δὲ καὶ τοὺς ἑτέρους ἡμῶν, τοὺς πρὸς ἑτέρας τέχνας τετραμμένους καὶ ἐνδεεστέρως ἴσως τὴν ἀρχαίαν γλῶτταν ἐπισταμένους, μήτε τὴν ἐκείνων πρᾶξιν μιμήσασθαι τολμᾶν, μήτε τῇ ἱστοσελίδι τῇ σῇ χρήσασθαι ἐθέλειν; Ταῦτα οὖν ἐνεθυμούμην λυπούμενος, καὶ τὸ τῶν Γάλλων παράδειγμα ζηλώσας τὸ αὐτὸ ποιεῖν τετόλμηκα! Νῦν δ᾿οὖν, τὴν περὶ ἧς ὁ λόγος ἐπιστολήν, ἀνάγνωθι:

«Οἱ τὴν τῶν Ἑλλήνων γλῶτταν μανθάνοντες τῷ ἐφιστάντι
ἐπὶ τῇ τῶν πολιτῶν Παιδείᾳ, χαίρειν».
Τήνδε σοι ἐπιστέλλομεν τὴν ἐπιστολὴν ἵνα τελευτῶν ἐθέλῃς ἀκοῦσαι ὧν λέγομεν. Τρίτον γὰρ ἤδη μῆνα τοῦτον ἐσπουδάκαμεν ὅπως σὲ πείθωμεν ὡς κακῶς ἔχει τὰ περὶ τῆς πενταετοῦς διδασκαλίας προβεβουλευμένα σοι. Ἀγανακτοῦμεν δ᾿ ὅτι ἡμεῖς μὲν λέγομεν, σὺ δ᾿ οὐκ ἀκούεις. Περὶ δὴ τοσούτου ποιεῖ τοὺς πολλοὺς τῶν διδασκάλων καὶ τῶν μαθητῶν προτρέποντάς σε πρὸς σωφροσύνην; Καὶ γὰρ ἅπαντες ὁμολογοῦσιν ὅτι καινός τις νόμος χρήσιμός ἐστι καὶ ἀναγκαῖος, σὺ δ᾿ ἀδίκως τὸν καιρὸν τοῦτον ἔλαβες ἵνα τοὺς πιστεύοντάς σοι προδῷς καὶ τὰς τῶν νέων ἐλπίδας διαφθείρῃς. Καὶ μὴν εἰς τοσοῦτον ὕβρεως ἥκεις ὑπὸ φιλοτιμίας ὥστε δοκεῖν τοῦ ὀρθοῦ λόγου καταφρονεῖν καὶ τῆς δικαιοσύνης. Τὸ δὲ τοιοῦτον θράσος αἰσχρὸν ἐστι καὶ οὐδὲν ἄλλο ἢ ὀργὰς ἡμῖν ἐμποιεῖ. Διὸ ἀπαιτοῦμέν σε τὰ βεβουλευμένα ἀφέντα καὶ πᾶσιν οἳ πολὺν ἤδη χρόνον καλοῦσί σε εἰς λόγους ἐλθόντα μετὰ τούτων καινὸν νόμον ἐκθεῖναι, δι᾿ οὗ πᾶσι τοῖς πολίταις τὰ μέλλοντα ἀσφαλέστερα ἔσται καὶ δικαιότερα.

Ἔρρωσο».

Περὶ μὲν οὖν τῶν Γάλλων φοιτητῶν, ταῦτα νομίζω ἱκανῶς εἰρῆσθαι. Περὶ δὲ τῶν καθ᾿ ἡμᾶς πολιτικῶν πραγμάτων, οἶμαι τοῖς πᾶσι δοκεῖν, θλιβερωτάτην ἅμα καὶ ἐπονείδιστον εἶναι τὴν κατάστασιν. Αἰτίους δὲ ταύτης πρωτίστως τοὺς ἡμετέρους φημὶ εἶναι πολιτικούς, οἵτινες πρὸς ἀργύριον καὶ χρυσίον τὴν εὐδαιμονίαν κρίνοντες, ἀεὶ δὲ καὶ τῶν κοινῶν ὀλιγωροῦντες καὶ ὡς ἰδίων ἀπολαύοντες, οὐδὲν ἄλλο φροντίζειν ἐοίκασιν, εἰ μὴ μόνον τὸ διηνεκῶς εἰς τὴν τῶν Ἑλλήνων ἐπανεκλέγεσθαι Βουλήν. Ὅ δὲ πάντων σχετλιώτατον, ὅταν τις αὐτοὺς ὁρᾷ καταπραΰνοντάς τε καὶ θωπεύοντας τοὺς «φιλτάτους» γείτονας ἡμῶν, ὁμοθρήσκους τε καὶ ἀλλοθρήσκους, οἵτινες μικρὸν ἡγούμενοι ἔργον εἶναι τὴν Ἑλλάδα χειρώσασθαι, εἰς τοῦθ᾿ ἥκουσιν ἀλαζονίας, ὥστ᾿ οὐ πρότερον παύσονται, πρὶν ἂν ἐξευρήσωσι καὶ συναναγκάσωσιν ἅπαντας σχεδόν, τοὺς ἐν παντὶ περιδεεῖς ἀρχηγοὺς τῶν μερίδων τῆς Βουλῆς, εἰς τὸν τῆς πατρίδος, φεῦ, συνιέναι διαμελισμόν!

Τελευτῶν οὖν, σεβαστὲ Καθηγητά, δέομαί σου τὴν ἐμὴν μακρολογίαν, οὐ μὴν ἀλλά καὶ τοὺς τυχὸν σολοικισμούς τε καὶ δατισμούς μου περιορᾶν. Ἐξέστω δ᾿ ἐμοὶ δι᾿ ἐλπίδος ἔχειν, μὴ μικρὰς πεποιηκέναι δοκεῖν εἶναι τῶν ἀδηνέως ἀττικίζειν τολμησάντων τὰς θρασύτητας.

Ἔρρωσο!
Χρῆστος Εὐαγγελίδης
Χημικός

2 06 2009
Ανδρεας Παναγόπουλος

Αὐτοσαρκαστικὴ ἀπόκρισις

Φίλτατε Χρῆστο Εὐαγγελίδη· χάριτάς σοι πλείστας ἄγω ἐπὶ τῷ σχολίῳ καὶ συγχαίρω σοι, ὅτι οὕτως εὖ καὶ ταχέως παρ᾿ ἐμοῦ ἑλληνιστὶ γράφειν μεμάθηκας. Οὖλέ τε καὶ, ἀττικῷ τῷ τρόπῳ, μέγα χαῖρε!

Ἀνδρέας Παναγόπουλος

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s




Αρέσει σε %d bloggers: